Acts 26:27-32

27 πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; οἶδα ὅτι πιστεύεις.
28 ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον · Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν ποιῆσαι.
29 ὁ δὲ Παῦλος · Εὐξαίμην ἂν τῷ θεῷ καὶ ἐν ὀλίγῳ καὶ ἐν μεγάλῳ οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος καὶ ἐγώ εἰμι παρεκτὸς τῶν δεσμῶν τούτων.
30 Ἀνέστη τε ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν ἥ τε Βερνίκη καὶ οἱ συγκαθήμενοι αὐτοῖς,
31 καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι Οὐδὲν θανάτου ἢ δεσμῶν ἄξιον ⸃ τι πράσσει ὁ ἄνθρωπος οὗτος.
32 Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη · Ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος εἰ μὴ ἐπεκέκλητο Καίσαρα.

Images for Acts 26:27-32

Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.