John 12:14-24

14 εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ’ αὐτό, καθώς ἐστιν γεγραμμένον ·
15 Μὴ φοβοῦ, θυγάτηρ Σιών · ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται, καθήμενος ἐπὶ πῶλον ὄνου.
16 ταῦτα οὐκ ἔγνωσαν αὐτοῦ οἱ μαθηταὶ ⸃ τὸ πρῶτον, ἀλλ’ ὅτε ἐδοξάσθη Ἰησοῦς τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ’ αὐτῷ γεγραμμένα καὶ ταῦτα ἐποίησαν αὐτῷ.
17 ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ’ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν.
18 διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον.
19 οἱ οὖν Φαρισαῖοι εἶπαν πρὸς ἑαυτούς · Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν · ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν.
20 Ἦσαν δὲ Ἕλληνές τινες ⸃ ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ ·
21 οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες · Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν.
22 ἔρχεται ὁ Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ · ἔρχεται Ἀνδρέας καὶ Φίλιππος καὶ λέγουσιν τῷ Ἰησοῦ.
23 ὁ δὲ Ἰησοῦς ἀποκρίνεται αὐτοῖς λέγων · Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου.
24 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει · ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει.
Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.