John 7:37-47

37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς, καὶ ἔκραξεν λέγων · Ἐάν τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω.
38 ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.
39 τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν · οὔπω γὰρ ἦν πνεῦμα, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη.
40 Ἐκ τοῦ ὄχλου οὖν ⸃ ἀκούσαντες τῶν λόγων τούτων ⸃ ἔλεγον · Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ·
41 ἄλλοι ἔλεγον · Οὗτός ἐστιν ὁ χριστός · οἱ δὲ ⸃ ἔλεγον · Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ χριστὸς ἔρχεται;
42 οὐχ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυὶδ, καὶ ἀπὸ Βηθλέεμ τῆς κώμης ὅπου ἦν Δαυὶδ, ἔρχεται ὁ χριστός;
43 σχίσμα οὖν ἐγένετο ἐν τῷ ὄχλῳ ⸃ δι’ αὐτόν.
44 τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ’ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὰς χεῖρας.
45 Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι · Διὰ τί οὐκ ἠγάγετε αὐτόν;
46 ἀπεκρίθησαν οἱ ὑπηρέται · Οὐδέποτε ἐλάλησεν οὕτως ⸃ ἄνθρωπος.
47 ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι · Μὴ καὶ ὑμεῖς πεπλάνησθε;
Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.