11
ὅταν δὲ εἰσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνήσητε πῶς ἢ τί ⸃ ἀπολογήσησθε ἢ τί εἴπητε ·
12
τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.
13
Εἶπεν δέ τις ἐκ τοῦ ὄχλου αὐτῷ ⸃· Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετ’ ἐμοῦ τὴν κληρονομίαν.
14
ὁ δὲ εἶπεν αὐτῷ · Ἄνθρωπε, τίς με κατέστησεν κριτὴν ἢ μεριστὴν ἐφ’ ὑμᾶς;
15
εἶπεν δὲ πρὸς αὐτούς · Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτῷ.
16
εἶπεν δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων · Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα.
17
καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων · Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου;
18
καὶ εἶπεν · Τοῦτο ποιήσω · καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὸν σῖτον ⸃ καὶ τὰ ἀγαθά μου,
19
καὶ ἐρῶ τῇ ψυχῇ μου · Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά · ἀναπαύου, φάγε, πίε, εὐφραίνου.
20
εἶπεν δὲ αὐτῷ ὁ θεός · Ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ · ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;
21
οὕτως ὁ θησαυρίζων ἑαυτῷ καὶ μὴ εἰς θεὸν πλουτῶν.