Luke 20:34-44

34 Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς · Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ γαμίσκονται,
35 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται ·
36 οὐδὲ γὰρ ἀποθανεῖν ἔτι δύνανται, ἰσάγγελοι γάρ εἰσιν καὶ υἱοί εἰσιν θεοῦ τῆς ἀναστάσεως υἱοὶ ὄντες.
37 ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει κύριον τὸν θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακώβ ·
38 θεὸς δὲ οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων, πάντες γὰρ αὐτῷ ζῶσιν.
39 ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπαν · Διδάσκαλε, καλῶς εἶπας ·
40 οὐκέτι γὰρ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν.
41 Εἶπεν δὲ πρὸς αὐτούς · Πῶς λέγουσιν τὸν χριστὸν εἶναι Δαυὶδ υἱόν;
42 αὐτὸς γὰρ ⸃ Δαυὶδ λέγει ἐν βίβλῳ ψαλμῶν · Εἶπεν κύριος τῷ κυρίῳ μου · Κάθου ἐκ δεξιῶν μου
43 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
44 Δαυὶδ οὖν αὐτὸν κύριον ⸃ καλεῖ, καὶ πῶς αὐτοῦ υἱός ⸃ ἐστιν;
Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.