Luke 24:1-9

1 τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέως ἐπὶ τὸ μνῆμα ἦλθον ⸃ φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα.
2 εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου,
3 εἰσελθοῦσαι δὲ ⸃ οὐχ εὗρον τὸ σῶμα.
4 καὶ ἐγένετο ἐν τῷ ἀπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθῆτι ἀστραπτούσῃ.
5 ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὰ πρόσωπα ⸃ εἰς τὴν γῆν εἶπαν πρὸς αὐτάς · Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;
6 οὐκ ἔστιν ὧδε, ἀλλὰ ἠγέρθη.⸃ μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ,
7 λέγων τὸν υἱὸν τοῦ ἀνθρώπου ὅτι δεῖ ⸃ παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι.
8 καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ,
9 καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσιν τοῖς λοιποῖς.

Related Articles

Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.