Mark 12:1-9

1 Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λαλεῖν · Ἀμπελῶνα ἄνθρωπος ἐφύτευσεν, καὶ περιέθηκεν φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν.
2 καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τῶν καρπῶν ⸃ τοῦ ἀμπελῶνος ·
3 καὶ λαβόντες αὐτὸν ἔδειραν καὶ ἀπέστειλαν κενόν.
4 καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον · κἀκεῖνον ἐκεφαλίωσαν καὶ ἠτίμασαν.
5 καὶ ἄλλον ἀπέστειλεν · κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἄλλους, οὓς μὲν δέροντες οὓς δὲ ἀποκτέννοντες.
6 ἔτι ἕνα εἶχεν, υἱὸν ἀγαπητόν · ἀπέστειλεν ⸃ αὐτὸν ἔσχατον πρὸς αὐτοὺς ⸃ λέγων ὅτι Ἐντραπήσονται τὸν υἱόν μου.
7 ἐκεῖνοι δὲ οἱ γεωργοὶ πρὸς ἑαυτοὺς εἶπαν ⸃ ὅτι Οὗτός ἐστιν ὁ κληρονόμος · δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία.
8 καὶ λαβόντες ἀπέκτειναν αὐτόν, καὶ ἐξέβαλον αὐτὸν ⸃ ἔξω τοῦ ἀμπελῶνος.
9 τί ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις.
Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.