Mark 14:40-50

40 καὶ πάλιν ἐλθὼν εὗρεν αὐτοὺς ⸃ καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ ⸃ καταβαρυνόμενοι, καὶ οὐκ ᾔδεισαν τί ἀποκριθῶσιν αὐτῷ.
41 καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς · Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε · ἀπέχει · ἦλθεν ἡ ὥρα, ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν.
42 ἐγείρεσθε ἄγωμεν · ἰδοὺ ὁ παραδιδούς με ἤγγικεν.
43 Καὶ εὐθὺς ἔτι αὐτοῦ λαλοῦντος παραγίνεται Ἰούδας εἷς τῶν δώδεκα καὶ μετ’ αὐτοῦ ὄχλος μετὰ μαχαιρῶν καὶ ξύλων παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων.
44 δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων · Ὃν ἂν φιλήσω αὐτός ἐστιν · κρατήσατε αὐτὸν καὶ ἀπάγετε ἀσφαλῶς.
45 καὶ ἐλθὼν εὐθὺς προσελθὼν αὐτῷ λέγει · Ῥαββί, καὶ κατεφίλησεν αὐτόν.
46 οἱ δὲ ἐπέβαλαν τὰς χεῖρας αὐτῷ ⸃ καὶ ἐκράτησαν αὐτόν.
47 εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτάριον.
48 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς · Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με;
49 καθ’ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων καὶ οὐκ ἐκρατήσατέ με · ἀλλ’ ἵνα πληρωθῶσιν αἱ γραφαί.
50 καὶ ἀφέντες αὐτὸν ἔφυγον πάντες.
Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.