Mark 3:24-34

24 καὶ ἐὰν βασιλεία ἐφ’ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη ·
25 καὶ ἐὰν οἰκία ἐφ’ ἑαυτὴν μερισθῇ, οὐ δυνήσεται ἡ οἰκία ἐκείνη σταθῆναι ⸃·
26 καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ’ ἑαυτὸν καὶ ἐμερίσθη, οὐ δύναται στῆναι ἀλλὰ τέλος ἔχει.
27 ἀλλ’ οὐδεὶς δύναται ⸃ εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη ⸃ αὐτοῦ διαρπάσαι ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει.
28 Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τοῖς υἱοῖς τῶν ἀνθρώπων, τὰ ἁμαρτήματα ⸃ καὶ αἱ βλασφημίαι ὅσα ἐὰν ⸃ βλασφημήσωσιν ·
29 ὃς δ’ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλὰ ἔνοχός ἐστιν αἰωνίου ἁμαρτήματος.
30 ὅτι ἔλεγον · Πνεῦμα ἀκάθαρτον ἔχει.
31 Καὶ ἔρχονται ⸃ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ⸃ καὶ ἔξω στήκοντες ἀπέστειλαν πρὸς αὐτὸν καλοῦντες αὐτόν.
32 καὶ ἐκάθητο περὶ αὐτὸν ὄχλος, καὶ λέγουσιν ⸃ αὐτῷ · Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ζητοῦσίν σε.
33 καὶ ἀποκριθεὶς αὐτοῖς λέγει ⸃· Τίς ἐστιν ἡ μήτηρ μου ἢ οἱ ἀδελφοί μου;
34 καὶ περιβλεψάμενος τοὺς περὶ αὐτὸν κύκλῳ ⸃ καθημένους λέγει · Ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου ·
Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.