Mark 6:50-56

50 πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν. ὁ δὲ εὐθὺς ⸃ ἐλάλησεν μετ’ αὐτῶν, καὶ λέγει αὐτοῖς · Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε.
51 καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ὁ ἄνεμος. καὶ λίαν ἐκ περισσοῦ ⸃ ἐν ἑαυτοῖς ἐξίσταντο,
52 οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις, ἀλλ’ ἦν ⸃ αὐτῶν ἡ καρδία πεπωρωμένη.
53 Καὶ διαπεράσαντες ἐπὶ τὴν γῆν ἦλθον εἰς ⸃ Γεννησαρὲτ καὶ προσωρμίσθησαν.
54 καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου εὐθὺς ἐπιγνόντες αὐτὸν
55 περιέδραμον ὅλην τὴν χώραν ἐκείνην καὶ ⸃ ἤρξαντο ἐπὶ τοῖς κραβάττοις τοὺς κακῶς ἔχοντας περιφέρειν ὅπου ἤκουον ὅτι ἐστίν.
56 καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢ εἰς πόλεις ἢ εἰς ⸃ ἀγροὺς ἐν ταῖς ἀγοραῖς ἐτίθεσαν τοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται · καὶ ὅσοι ἂν ἥψαντο αὐτοῦ ἐσῴζοντο.
Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.