Matthew 19:16-26

16 Καὶ ἰδοὺ εἷς προσελθὼν αὐτῷ εἶπεν ⸃· Διδάσκαλε, τί ἀγαθὸν ποιήσω ἵνα σχῶ ζωὴν αἰώνιον;
17 ὁ δὲ εἶπεν αὐτῷ · Τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθός ⸃· εἰ δὲ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν, τήρησον τὰς ἐντολάς.
18 λέγει αὐτῷ · Ποίας; ὁ δὲ Ἰησοῦς εἶπεν · Τὸ Οὐ φονεύσεις, Οὐ μοιχεύσεις, Οὐ κλέψεις, Οὐ ψευδομαρτυρήσεις,
19 Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
20 λέγει αὐτῷ ὁ νεανίσκος · Πάντα ταῦτα ⸃ ἐφύλαξα · τί ἔτι ὑστερῶ;
21 ἔφη αὐτῷ ὁ Ἰησοῦς · Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι.
22 ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.
23 Ὁ δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ · Ἀμὴν λέγω ὑμῖν ὅτι πλούσιος δυσκόλως ⸃ εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ·
24 πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυπήματος ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
25 ἀκούσαντες δὲ οἱ μαθηταὶ ἐξεπλήσσοντο σφόδρα λέγοντες · Τίς ἄρα δύναται σωθῆναι;
26 ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς · Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ θεῷ πάντα δυνατά.

Images for Matthew 19:16-26

Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.