9 καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς οὐ κατενάρκησα οὐθενός · τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας · καὶ ἐν παντὶ ἀβαρῆ ἐμαυτὸν ὑμῖν ⸃ ἐτήρησα καὶ τηρήσω.