22 ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ ἔνοχος ἔσται τῇ κρίσει · ὃς δ’ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ · Ῥακά, ἔνοχος ἔσται τῷ συνεδρίῳ · ὃς δ’ ἂν εἴπῃ · Μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός.