John 10:29-39

29 ὁ πατήρ μου ὃ δέδωκέν μοι πάντων μεῖζων ⸃ ἐστιν, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός.
30 ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.
31 Ἐβάστασαν οὖν πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν.
32 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς · Πολλὰ ἔργα καλὰ ἔδειξα ὑμῖν ⸃ ἐκ τοῦ πατρός · διὰ ποῖον αὐτῶν ἔργον ἐμὲ λιθάζετε;
33 ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι · Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν.
34 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς · Οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν ὅτι Ἐγὼ εἶπα · Θεοί ἐστε;
35 εἰ ἐκείνους εἶπεν θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή,
36 ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον · Υἱὸς τοῦ θεοῦ εἰμι;
37 εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι ·
38 εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε τοῖς ἔργοις πιστεύετε, ἵνα γνῶτε καὶ γινώσκητε ὅτι ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν τῷ πατρί.
39 ἐζήτουν οὖν πάλιν αὐτὸν ⸃ πιάσαι · καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν.
Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.