John 11:19-29

19 πολλοὶ δὲ ⸃ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὴν Μάρθαν καὶ Μαριὰμ ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ.
20 ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται ὑπήντησεν αὐτῷ · Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο.
21 εἶπεν οὖν ἡ Μάρθα πρὸς τὸν Ἰησοῦν · Κύριε, εἰ ἦς ὧδε οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου ⸃·
22 καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεὸν δώσει σοι ὁ θεός.
23 λέγει αὐτῇ ὁ Ἰησοῦς · Ἀναστήσεται ὁ ἀδελφός σου.
24 λέγει αὐτῷ ἡ Μάρθα · Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
25 εἶπεν αὐτῇ ὁ Ἰησοῦς · Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή · ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται,
26 καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα · πιστεύεις τοῦτο;
27 λέγει αὐτῷ · Ναί, κύριε · ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος.
28 Καὶ τοῦτο εἰποῦσα ἀπῆλθεν καὶ ἐφώνησεν Μαριὰμ τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα · Ὁ διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε.
29 ἐκείνη δὲ ὡς ἤκουσεν ἠγέρθη ταχὺ καὶ ἤρχετο πρὸς αὐτόν ·

Images for John 11:19-29

Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.