Luke 22:53-63

53 καθ’ ἡμέραν ὄντος μου μεθ’ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ’ ἐμέ · ἀλλ’ αὕτη ἐστὶν ὑμῶν ⸃ ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους.
54 Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν ⸃ τοῦ ἀρχιερέως · ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν.
55 περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ συγκαθισάντων ἐκάθητο ὁ Πέτρος μέσος αὐτῶν.
56 ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν · Καὶ οὗτος σὺν αὐτῷ ἦν ·
57 ὁ δὲ ἠρνήσατο λέγων · Οὐκ οἶδα αὐτόν, γύναι.
58 καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη · Καὶ σὺ ἐξ αὐτῶν εἶ · ὁ δὲ Πέτρος ἔφη · Ἄνθρωπε, οὐκ εἰμί.
59 καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων · Ἐπ’ ἀληθείας καὶ οὗτος μετ’ αὐτοῦ ἦν, καὶ γὰρ Γαλιλαῖός ἐστιν ·
60 εἶπεν δὲ ὁ Πέτρος · Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ.
61 καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψεν τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ λόγου τοῦ κυρίου ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι σήμερον ἀπαρνήσῃ με τρίς.
62 καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.
63 Καὶ οἱ ἄνδρες οἱ συνέχοντες αὐτὸν ἐνέπαιζον αὐτῷ δέροντες,
Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.