Luke 9:56-62

56 καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.
57 Καὶ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέν τις πρὸς αὐτόν · Ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ.
58 καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς · Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.
59 εἶπεν δὲ πρὸς ἕτερον · Ἀκολούθει μοι. ὁ δὲ εἶπεν · Κύριε, ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον ⸃ θάψαι τὸν πατέρα μου.
60 εἶπεν δὲ αὐτῷ · Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ.
61 εἶπεν δὲ καὶ ἕτερος · Ἀκολουθήσω σοι, κύριε · πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου.
62 εἶπεν δὲ ὁ Ἰησοῦς ⸃· Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπ’ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν τῇ βασιλείᾳ ⸃ τοῦ θεοῦ.
Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.