28
ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.
29
ὁ δὲ Πέτρος ἔφη αὐτῷ · Εἰ καὶ ⸃ πάντες σκανδαλισθήσονται, ἀλλ’ οὐκ ἐγώ.
30
καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς · Ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ταύτῃ τῇ νυκτὶ ⸃ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρίς με ἀπαρνήσῃ.
31
ὁ δὲ ἐκπερισσῶς ἐλάλει ⸃· Ἐὰν δέῃ με ⸃ συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσομαι. ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.
32
Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ · Καθίσατε ὧδε ἕως προσεύξωμαι.
33
καὶ παραλαμβάνει τὸν Πέτρον καὶ Ἰάκωβον καὶ ⸃ Ἰωάννην μετ’ αὐτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν,
34
καὶ λέγει αὐτοῖς · Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου · μείνατε ὧδε καὶ γρηγορεῖτε.
35
καὶ προελθὼν μικρὸν ἔπιπτεν ⸃ ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστιν παρέλθῃ ἀπ’ αὐτοῦ ἡ ὥρα,
36
καὶ ἔλεγεν · Αββα ὁ πατήρ, πάντα δυνατά σοι · παρένεγκε τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ ⸃· ἀλλ’ οὐ τί ἐγὼ θέλω ἀλλὰ τί σύ.
37
καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ · Σίμων, καθεύδεις; οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι;
38
γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ ἔλθητε εἰς πειρασμόν · τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής.