Mark 3:28-35

28 Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τοῖς υἱοῖς τῶν ἀνθρώπων, τὰ ἁμαρτήματα ⸃ καὶ αἱ βλασφημίαι ὅσα ἐὰν ⸃ βλασφημήσωσιν ·
29 ὃς δ’ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλὰ ἔνοχός ἐστιν αἰωνίου ἁμαρτήματος.
30 ὅτι ἔλεγον · Πνεῦμα ἀκάθαρτον ἔχει.
31 Καὶ ἔρχονται ⸃ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ⸃ καὶ ἔξω στήκοντες ἀπέστειλαν πρὸς αὐτὸν καλοῦντες αὐτόν.
32 καὶ ἐκάθητο περὶ αὐτὸν ὄχλος, καὶ λέγουσιν ⸃ αὐτῷ · Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ζητοῦσίν σε.
33 καὶ ἀποκριθεὶς αὐτοῖς λέγει ⸃· Τίς ἐστιν ἡ μήτηρ μου ἢ οἱ ἀδελφοί μου;
34 καὶ περιβλεψάμενος τοὺς περὶ αὐτὸν κύκλῳ ⸃ καθημένους λέγει · Ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου ·
35 ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν.
Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.