Mark 5:1-10

1 Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν Γερασηνῶν.
2 καὶ ἐξελθόντος αὐτοῦ ⸃ ἐκ τοῦ πλοίου εὐθὺς ὑπήντησεν ⸃ αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ,
3 ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασιν, καὶ οὐδὲ ἁλύσει οὐκέτι ⸃ οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι
4 διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι καὶ διεσπάσθαι ὑπ’ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς ἴσχυεν αὐτὸν ⸃ δαμάσαι ·
5 καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν ⸃ ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις.
6 καὶ ἰδὼν ⸃ τὸν Ἰησοῦν ἀπὸ μακρόθεν ἔδραμεν καὶ προσεκύνησεν αὐτόν,
7 καὶ κράξας φωνῇ μεγάλῃ λέγει · Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; ὁρκίζω σε τὸν θεόν, μή με βασανίσῃς.
8 ἔλεγεν γὰρ αὐτῷ · Ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου.
9 καὶ ἐπηρώτα αὐτόν · Τί ὄνομά σοι; καὶ λέγει αὐτῷ ⸃· Λεγιὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν ·
10 καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ αὐτὰ ἀποστείλῃ ἔξω τῆς χώρας.
Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.