48
καὶ ἰδὼν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς, περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης · καὶ ἤθελεν παρελθεῖν αὐτούς.
49
οἱ δὲ ἰδόντες αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα ⸃ ἔδοξαν ὅτι φάντασμά ἐστιν ⸃ καὶ ἀνέκραξαν,
50
πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν. ὁ δὲ εὐθὺς ⸃ ἐλάλησεν μετ’ αὐτῶν, καὶ λέγει αὐτοῖς · Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε.
51
καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ὁ ἄνεμος. καὶ λίαν ἐκ περισσοῦ ⸃ ἐν ἑαυτοῖς ἐξίσταντο,
52
οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις, ἀλλ’ ἦν ⸃ αὐτῶν ἡ καρδία πεπωρωμένη.
53
Καὶ διαπεράσαντες ἐπὶ τὴν γῆν ἦλθον εἰς ⸃ Γεννησαρὲτ καὶ προσωρμίσθησαν.
54
καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου εὐθὺς ἐπιγνόντες αὐτὸν
55
περιέδραμον ὅλην τὴν χώραν ἐκείνην καὶ ⸃ ἤρξαντο ἐπὶ τοῖς κραβάττοις τοὺς κακῶς ἔχοντας περιφέρειν ὅπου ἤκουον ὅτι ἐστίν.
56
καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢ εἰς πόλεις ἢ εἰς ⸃ ἀγροὺς ἐν ταῖς ἀγοραῖς ἐτίθεσαν τοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται · καὶ ὅσοι ἂν ἥψαντο αὐτοῦ ἐσῴζοντο.