Matthew 26:62-72

62 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ · Οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν;
63 ὁ δὲ Ἰησοῦς ἐσιώπα. καὶ ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ · Ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ.
64 λέγει αὐτῷ ὁ Ἰησοῦς · Σὺ εἶπας · πλὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
65 τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ λέγων · Ἐβλασφήμησεν · τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν ·
66 τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπαν · Ἔνοχος θανάτου ἐστίν.
67 τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐράπισαν
68 λέγοντες · Προφήτευσον ἡμῖν, χριστέ, τίς ἐστιν ὁ παίσας σε;
69 Ὁ δὲ Πέτρος ἐκάθητο ἔξω ⸃ ἐν τῇ αὐλῇ · καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα · Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου ·
70 ὁ δὲ ἠρνήσατο ἔμπροσθεν πάντων λέγων · Οὐκ οἶδα τί λέγεις.
71 ἐξελθόντα δὲ εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει τοῖς ἐκεῖ · Οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου ·
72 καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον.
Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.