The Bible
The Bible
Topics
Bible Study
Pastors
References
Bible Stories
Join
PLUS
Login
Bible
Bible Versions
SBLGNT
Acts
Acts 19
Acts 19:1-9
Acts 19
Chapter
Book
Close
Loading
CURRENTLY READING
CURRENTLY READING
SBLGNT
Change Translation
Close
Loading...
Recent Translations
Audio Available
Study Bible
CURRENT TRANSLATION
All Translations
Audio Available
Study Bible
CURRENT TRANSLATION
Acts 19:1-9
Share
Close
Share
Tweet
Save
Settings
Close
Red Letter
Cross References
Strongs Numbers
Footnotes
Verse Numbers
1
Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλῶ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς Ἔφεσον καὶ εὑρεῖν τινας μαθητάς,
2
εἶπέν τε πρὸς αὐτούς · Εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ πρὸς αὐτόν · Ἀλλ’ οὐδ’ εἰ πνεῦμα ἅγιον ἔστιν ἠκούσαμεν.
3
εἶπέν τε · Εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπαν · Εἰς τὸ Ἰωάννου βάπτισμα.
4
εἶπεν δὲ Παῦλος · Ἰωάννης ἐβάπτισεν βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ’ αὐτὸν ἵνα πιστεύσωσιν, τοῦτ’ ἔστιν εἰς τὸν Ἰησοῦν.
5
ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ ·
6
καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου χεῖρας ἦλθε τὸ πνεῦμα τὸ ἅγιον ἐπ’ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ ἐπροφήτευον.
7
ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δώδεκα.
8
Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων περὶ τῆς βασιλείας τοῦ θεοῦ.
9
ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπ’ αὐτῶν ἀφώρισεν τοὺς μαθητάς, καθ’ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου.
Read Chapter
Compare
Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.