John 8:29-39

29 καὶ ὁ πέμψας με μετ’ ἐμοῦ ἐστιν · οὐκ ἀφῆκέν με μόνον, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε.
30 ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.
31 Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους · Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε,
32 καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.
33 ἀπεκρίθησαν πρὸς αὐτόν ⸃· Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε · πῶς σὺ λέγεις ὅτι Ἐλεύθεροι γενήσεσθε;
34 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς · Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας ·
35 ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα · ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα.
36 ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε.
37 οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε · ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν.
38 ἃ ἐγὼ ⸃ ἑώρακα παρὰ τῷ πατρὶ λαλῶ · καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε ⸃ παρὰ τοῦ πατρὸς ⸃ ποιεῖτε.
39 Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ · Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν. λέγει αὐτοῖς ὁ Ἰησοῦς · Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ·

Images for John 8:29-39

Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.