46
καὶ εἶπεν αὐτοῖς · Τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.
47
Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς, καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν.
48
Ἰησοῦς δὲ ⸃ εἶπεν αὐτῷ · Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως;
49
ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπαν · Κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ;
50
καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τοῦ ἀρχιερέως τὸν δοῦλον ⸃ καὶ ἀφεῖλεν τὸ οὖς αὐτοῦ ⸃ τὸ δεξιόν.
51
ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν · Ἐᾶτε ἕως τούτου · καὶ ἁψάμενος τοῦ ὠτίου ἰάσατο αὐτόν.
52
εἶπεν δὲ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ’ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους · Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων;
53
καθ’ ἡμέραν ὄντος μου μεθ’ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ’ ἐμέ · ἀλλ’ αὕτη ἐστὶν ὑμῶν ⸃ ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους.
54
Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν ⸃ τοῦ ἀρχιερέως · ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν.
55
περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ συγκαθισάντων ἐκάθητο ὁ Πέτρος μέσος αὐτῶν.
56
ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν · Καὶ οὗτος σὺν αὐτῷ ἦν ·