6 καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν, λεγόντων · Ἁλληλουϊά, ὅτι ἐβασίλευσεν κύριος, ὁ θεός, ὁ παντοκράτωρ.