John 18:1-9

1 Ταῦτα εἰπὼν Ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τοῦ Κεδρὼν ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ.
2 ᾔδει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις συνήχθη Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ.
3 ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ ἐκ τῶν ⸃ Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων.
4 Ἰησοῦς οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ’ αὐτὸν ἐξῆλθεν, καὶ λέγει ⸃ αὐτοῖς · Τίνα ζητεῖτε;
5 ἀπεκρίθησαν αὐτῷ · Ἰησοῦν τὸν Ναζωραῖον. λέγει αὐτοῖς · Ἐγώ εἰμι. εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ’ αὐτῶν.
6 ὡς οὖν εἶπεν αὐτοῖς · Ἐγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί.
7 πάλιν οὖν ἐπηρώτησεν αὐτούς ⸃· Τίνα ζητεῖτε; οἱ δὲ εἶπαν · Ἰησοῦν τὸν Ναζωραῖον.
8 ἀπεκρίθη Ἰησοῦς · Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι · εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν ·
9 ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι Οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.

Related Articles

Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.