33
εἶπεν οὖν ὁ Ἰησοῦς · Ἔτι χρόνον μικρὸν ⸃ μεθ’ ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με.
34
ζητήσετέ με καὶ οὐχ εὑρήσετέ, καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.
35
εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς · Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας;
36
τίς ἐστιν ὁ λόγος οὗτος ⸃ ὃν εἶπε · Ζητήσετέ με καὶ οὐχ εὑρήσετέ, καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;
37
Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς, καὶ ἔκραξεν λέγων · Ἐάν τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω.
38
ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.
39
τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν · οὔπω γὰρ ἦν πνεῦμα, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη.
40
Ἐκ τοῦ ὄχλου οὖν ⸃ ἀκούσαντες τῶν λόγων τούτων ⸃ ἔλεγον · Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ·
41
ἄλλοι ἔλεγον · Οὗτός ἐστιν ὁ χριστός · οἱ δὲ ⸃ ἔλεγον · Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ χριστὸς ἔρχεται;
42
οὐχ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυὶδ, καὶ ἀπὸ Βηθλέεμ τῆς κώμης ὅπου ἦν Δαυὶδ, ἔρχεται ὁ χριστός;
43
σχίσμα οὖν ἐγένετο ἐν τῷ ὄχλῳ ⸃ δι’ αὐτόν.