Luke 16:1-11

1 Ἔλεγεν δὲ καὶ πρὸς τοὺς μαθητάς · Ἄνθρωπός τις ἦν πλούσιος ὃς εἶχεν οἰκονόμον, καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ.
2 καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ · Τί τοῦτο ἀκούω περὶ σοῦ; ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου, οὐ γὰρ δύνῃ ἔτι οἰκονομεῖν.
3 εἶπεν δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος · Τί ποιήσω ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ’ ἐμοῦ; σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι ·
4 ἔγνων τί ποιήσω, ἵνα ὅταν μετασταθῶ ἐκ τῆς οἰκονομίας δέξωνταί με εἰς τοὺς οἴκους ἑαυτῶν.
5 καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεοφειλετῶν τοῦ κυρίου ἑαυτοῦ ἔλεγεν τῷ πρώτῳ · Πόσον ὀφείλεις τῷ κυρίῳ μου;
6 ὁ δὲ εἶπεν · Ἑκατὸν βάτους ἐλαίου · ὁ δὲ ⸃ εἶπεν αὐτῷ · Δέξαι σου τὰ γράμματα ⸃ καὶ καθίσας ταχέως γράψον πεντήκοντα.
7 ἔπειτα ἑτέρῳ εἶπεν · Σὺ δὲ πόσον ὀφείλεις; ὁ δὲ εἶπεν · Ἑκατὸν κόρους σίτου · λέγει αὐτῷ · Δέξαι σου τὰ γράμματα ⸃ καὶ γράψον ὀγδοήκοντα.
8 καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας ὅτι φρονίμως ἐποίησεν · ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσιν.
9 καὶ ἐγὼ ὑμῖν λέγω, ἑαυτοῖς ποιήσατε ⸃ φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα ὅταν ἐκλίπῃ δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.
10 Ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστιν, καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν.
11 εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει;
Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.