Luke 18:37-43

37 ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται.
38 καὶ ἐβόησεν λέγων · Ἰησοῦ υἱὲ Δαυίδ, ἐλέησόν με.
39 καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιγήσῃ · αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν · Υἱὲ Δαυίδ, ἐλέησόν με.
40 σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν ·
41 Τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπεν · Κύριε, ἵνα ἀναβλέψω.
42 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ · Ἀνάβλεψον · ἡ πίστις σου σέσωκέν σε.
43 καὶ παραχρῆμα ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν θεόν. καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ θεῷ.

Images for Luke 18:37-43

Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.