Luke 19:17-27

17 καὶ εἶπεν αὐτῷ · Εὖγε, ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.
18 καὶ ἦλθεν ὁ δεύτερος λέγων · Ἡ μνᾶ σου, κύριε, ἐποίησεν πέντε μνᾶς.
19 εἶπεν δὲ καὶ τούτῳ · Καὶ σὺ ἐπάνω γίνου ⸃ πέντε πόλεων.
20 καὶ ὁ ἕτερος ἦλθεν λέγων · Κύριε, ἰδοὺ ἡ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ ·
21 ἐφοβούμην γάρ σε ὅτι ἄνθρωπος αὐστηρὸς εἶ, αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας.
22 λέγει αὐτῷ · Ἐκ τοῦ στόματός σου κρίνω σε, πονηρὲ δοῦλε · ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα;
23 καὶ διὰ τί οὐκ ἔδωκάς μου τὸ ἀργύριον ⸃ ἐπὶ τράπεζαν; κἀγὼ ἐλθὼν σὺν τόκῳ ἂν αὐτὸ ἔπραξα.
24 καὶ τοῖς παρεστῶσιν εἶπεν · Ἄρατε ἀπ’ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι —
25 καὶ εἶπαν αὐτῷ · Κύριε, ἔχει δέκα μνᾶς —
26 λέγω ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται.
27 πλὴν τοὺς ἐχθρούς μου τούτους τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ’ αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε αὐτοὺς ἔμπροσθέν μου.
Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.