Luke 22:41-51

41 καὶ αὐτὸς ἀπεσπάσθη ἀπ’ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο
42 λέγων · Πάτερ, εἰ βούλει παρένεγκε τοῦτο τὸ ποτήριον ⸃ ἀπ’ ἐμοῦ · πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν γινέσθω.
43 ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπ’ οὐρανοῦ ἐνισχύων αὐτόν.
44 καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο · καὶ ἐγένετο ⸅ ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν.⸃
45 καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν κοιμωμένους αὐτοὺς ⸃ ἀπὸ τῆς λύπης,
46 καὶ εἶπεν αὐτοῖς · Τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.
47 Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς, καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν.
48 Ἰησοῦς δὲ ⸃ εἶπεν αὐτῷ · Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως;
49 ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπαν · Κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ;
50 καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τοῦ ἀρχιερέως τὸν δοῦλον ⸃ καὶ ἀφεῖλεν τὸ οὖς αὐτοῦ ⸃ τὸ δεξιόν.
51 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν · Ἐᾶτε ἕως τούτου · καὶ ἁψάμενος τοῦ ὠτίου ἰάσατο αὐτόν.

Images for Luke 22:41-51

Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.