53
καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἰερουσαλήμ.
54
ἰδόντες δὲ οἱ μαθηταὶ Ἰάκωβος καὶ Ἰωάννης εἶπαν · Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς;
55
στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς.
56
καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.
57
Καὶ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέν τις πρὸς αὐτόν · Ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ.
58
καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς · Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.
59
εἶπεν δὲ πρὸς ἕτερον · Ἀκολούθει μοι. ὁ δὲ εἶπεν · Κύριε, ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον ⸃ θάψαι τὸν πατέρα μου.
60
εἶπεν δὲ αὐτῷ · Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ.
61
εἶπεν δὲ καὶ ἕτερος · Ἀκολουθήσω σοι, κύριε · πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου.
62
εἶπεν δὲ ὁ Ἰησοῦς ⸃· Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπ’ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν τῇ βασιλείᾳ ⸃ τοῦ θεοῦ.