Mark 11:27-32

27 Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα. καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι
28 καὶ ἔλεγον αὐτῷ · Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; ἢ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην ⸃ ἵνα ταῦτα ποιῇς;
29 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς · Ἐπερωτήσω ὑμᾶς ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ ·
30 τὸ βάπτισμα τὸ Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; ἀποκρίθητέ μοι.
31 καὶ διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες · Τί εἴπωμεν;⸃ ἐὰν εἴπωμεν · Ἐξ οὐρανοῦ, ἐρεῖ · Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;
32 ἀλλὰ εἴπωμεν · Ἐξ ἀνθρώπων;— ἐφοβοῦντο τὸν ὄχλον, ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ὄντως ὅτι ⸃ προφήτης ἦν.
Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.