The Bible
The Bible
Topics
Bible Study
Pastors
References
Bible Stories
Join
PLUS
Login
Bible
Bible Versions
SBLGNT
Mark
Mark 14
Mark 14:43-53
Mark 14
Chapter
Book
Close
Loading
CURRENTLY READING
CURRENTLY READING
SBLGNT
Change Translation
Close
Loading...
Recent Translations
Audio Available
Study Bible
CURRENT TRANSLATION
All Translations
Audio Available
Study Bible
CURRENT TRANSLATION
Mark 14:43-53
Share
Close
Share
Tweet
Save
Settings
Close
Red Letter
Cross References
Strongs Numbers
Footnotes
Verse Numbers
43
Καὶ εὐθὺς ἔτι αὐτοῦ λαλοῦντος παραγίνεται Ἰούδας εἷς τῶν δώδεκα καὶ μετ’ αὐτοῦ ὄχλος μετὰ μαχαιρῶν καὶ ξύλων παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων.
44
δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων · Ὃν ἂν φιλήσω αὐτός ἐστιν · κρατήσατε αὐτὸν καὶ ἀπάγετε ἀσφαλῶς.
45
καὶ ἐλθὼν εὐθὺς προσελθὼν αὐτῷ λέγει · Ῥαββί, καὶ κατεφίλησεν αὐτόν.
46
οἱ δὲ ἐπέβαλαν τὰς χεῖρας αὐτῷ ⸃ καὶ ἐκράτησαν αὐτόν.
47
εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτάριον.
48
καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς · Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με;
49
καθ’ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων καὶ οὐκ ἐκρατήσατέ με · ἀλλ’ ἵνα πληρωθῶσιν αἱ γραφαί.
50
καὶ ἀφέντες αὐτὸν ἔφυγον πάντες.
51
Καὶ νεανίσκος τις ⸃ συνηκολούθει αὐτῷ περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ, καὶ κρατοῦσιν αὐτόν,
52
ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν.
53
Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα, καὶ συνέρχονται πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς.
Read Chapter
Compare
Related Articles
Judas Betrays Jesus - Bible Story
G. Connor Salter
Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.