12
εἶπαν οὖν οἱ μαθηταὶ αὐτῷ · Κύριε, εἰ κεκοίμηται σωθήσεται.
13
εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ. ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει.
14
τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ · Λάζαρος ἀπέθανεν,
15
καὶ χαίρω δι’ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ · ἀλλὰ ἄγωμεν πρὸς αὐτόν.
16
εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς · Ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετ’ αὐτοῦ.
17
Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἤδη ἡμέρας ⸃ ἔχοντα ἐν τῷ μνημείῳ.
18
ἦν δὲ ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε.
19
πολλοὶ δὲ ⸃ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὴν Μάρθαν καὶ Μαριὰμ ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ.
20
ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται ὑπήντησεν αὐτῷ · Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο.
21
εἶπεν οὖν ἡ Μάρθα πρὸς τὸν Ἰησοῦν · Κύριε, εἰ ἦς ὧδε οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου ⸃·
22
καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεὸν δώσει σοι ὁ θεός.