33
Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν,
34
καὶ εἶπεν · Ποῦ τεθείκατε αὐτόν; λέγουσιν αὐτῷ · Κύριε, ἔρχου καὶ ἴδε.
36
ἔλεγον οὖν οἱ Ἰουδαῖοι · Ἴδε πῶς ἐφίλει αὐτόν.
37
τινὲς δὲ ἐξ αὐτῶν εἶπαν · Οὐκ ἐδύνατο οὗτος ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;
38
Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον · ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ’ αὐτῷ.
39
λέγει ὁ Ἰησοῦς · Ἄρατε τὸν λίθον. λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τετελευτηκότος Μάρθα · Κύριε, ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν.
40
λέγει αὐτῇ ὁ Ἰησοῦς · Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψῃ τὴν δόξαν τοῦ θεοῦ;
41
ἦραν οὖν τὸν λίθον. ὁ δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν · Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου,
42
ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις · ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας.
43
καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασεν · Λάζαρε, δεῦρο ἔξω.