33
ἀπεκρίθησαν πρὸς αὐτόν ⸃· Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε · πῶς σὺ λέγεις ὅτι Ἐλεύθεροι γενήσεσθε;
34
Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς · Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας ·
35
ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα · ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα.
36
ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε.
37
οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε · ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν.
38
ἃ ἐγὼ ⸃ ἑώρακα παρὰ τῷ πατρὶ λαλῶ · καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε ⸃ παρὰ τοῦ πατρὸς ⸃ ποιεῖτε.
39
Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ · Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν. λέγει αὐτοῖς ὁ Ἰησοῦς · Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ·
40
νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ θεοῦ · τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν.
41
ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. εἶπαν αὐτῷ · Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα ⸃· ἕνα πατέρα ἔχομεν τὸν θεόν.
42
εἶπεν αὐτοῖς ὁ Ἰησοῦς · Εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν ἠγαπᾶτε ἂν ἐμέ, ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω · οὐδὲ γὰρ ἀπ’ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ’ ἐκεῖνός με ἀπέστειλεν.
43
διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν.