John 8:50-52

50 ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου · ἔστιν ὁ ζητῶν καὶ κρίνων.
51 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν ἐμὸν λόγον ⸃ τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα.
52 εἶπον αὐτῷ οἱ Ἰουδαῖοι · Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ σὺ λέγεις · Ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα ·
Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.