John 9:36-41

36 ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν · Καὶ τίς ἐστιν, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;
37 εἶπεν αὐτῷ ὁ Ἰησοῦς · Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.
38 ὁ δὲ ἔφη · Πιστεύω, κύριε · καὶ προσεκύνησεν αὐτῷ.
39 καὶ εἶπεν ὁ Ἰησοῦς · Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.
40 ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ μετ’ αὐτοῦ ὄντες, καὶ εἶπον αὐτῷ · Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν;
41 εἶπεν αὐτοῖς ὁ Ἰησοῦς · Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν · νῦν δὲ λέγετε ὅτι Βλέπομεν · ἡ ἁμαρτία ὑμῶν μένει.
Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.