Luke 11:1-6

1 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέν τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν · Κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ Ἰωάννης ἐδίδαξεν τοὺς μαθητὰς αὐτοῦ.
2 εἶπεν δὲ αὐτοῖς · Ὅταν προσεύχησθε, λέγετε · Πάτερ, ἁγιασθήτω τὸ ὄνομά σου · ἐλθέτω ἡ βασιλεία σου ·
3 τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ’ ἡμέραν ·
4 καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ ἀφίομεν παντὶ ὀφείλοντι ἡμῖν · καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν.
5 Καὶ εἶπεν πρὸς αὐτούς · Τίς ἐξ ὑμῶν ἕξει φίλον καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου καὶ εἴπῃ αὐτῷ · Φίλε, χρῆσόν μοι τρεῖς ἄρτους,
6 ἐπειδὴ φίλος μου παρεγένετο ἐξ ὁδοῦ πρός με καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ ·
Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.