1
Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέν τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν · Κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ Ἰωάννης ἐδίδαξεν τοὺς μαθητὰς αὐτοῦ.
2
εἶπεν δὲ αὐτοῖς · Ὅταν προσεύχησθε, λέγετε · Πάτερ, ἁγιασθήτω τὸ ὄνομά σου · ἐλθέτω ἡ βασιλεία σου ·
3
τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ’ ἡμέραν ·
4
καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ ἀφίομεν παντὶ ὀφείλοντι ἡμῖν · καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν.
5
Καὶ εἶπεν πρὸς αὐτούς · Τίς ἐξ ὑμῶν ἕξει φίλον καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου καὶ εἴπῃ αὐτῷ · Φίλε, χρῆσόν μοι τρεῖς ἄρτους,