40
καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν · Σίμων, ἔχω σοί τι εἰπεῖν. ὁ δέ · Διδάσκαλε, εἰπέ, φησίν.
41
δύο χρεοφειλέται ἦσαν δανιστῇ τινι · ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα.
42
μὴ ἐχόντων αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο. τίς οὖν αὐτῶν πλεῖον ἀγαπήσει αὐτόν;
43
ἀποκριθεὶς Σίμων εἶπεν · Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. ὁ δὲ εἶπεν αὐτῷ · Ὀρθῶς ἔκρινας.
44
καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη · Βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ μοι ἐπὶ πόδας οὐκ ἔδωκας · αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς θριξὶν αὐτῆς ἐξέμαξεν.
45
φίλημά μοι οὐκ ἔδωκας · αὕτη δὲ ἀφ’ ἧς εἰσῆλθον οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας.
46
ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας · αὕτη δὲ μύρῳ ἤλειψεν τοὺς πόδας μου.
47
οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ · ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ.
48
εἶπεν δὲ αὐτῇ · Ἀφέωνταί σου αἱ ἁμαρτίαι.
49
καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς · Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν;
50
εἶπεν δὲ πρὸς τὴν γυναῖκα · Ἡ πίστις σου σέσωκέν σε · πορεύου εἰς εἰρήνην.