1
Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱεροσόλυμα εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ
2
καὶ λέγει αὐτοῖς · Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐφ’ ὃν οὐδεὶς οὔπω ἀνθρώπων ἐκάθισεν · λύσατε αὐτὸν καὶ φέρετε.
3
καὶ ἐάν τις ὑμῖν εἴπῃ · Τί ποιεῖτε τοῦτο; εἴπατε ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει · καὶ εὐθὺς αὐτὸν ἀποστέλλει πάλιν ὧδε.
4
καὶ ἀπῆλθον ⸃ καὶ εὗρον πῶλον δεδεμένον πρὸς θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν.
5
καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς · Τί ποιεῖτε λύοντες τὸν πῶλον;
6
οἱ δὲ εἶπαν αὐτοῖς καθὼς εἶπεν ὁ Ἰησοῦς · καὶ ἀφῆκαν αὐτούς.
7
καὶ φέρουσιν τὸν πῶλον πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιβάλλουσιν αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ’ αὐτόν.
8
καὶ πολλοὶ ⸃ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ στιβάδας κόψαντες ἐκ τῶν ἀγρῶν.
9
καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον · Ὡσαννά · Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου ·
10
Εὐλογημένη ἡ ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν Δαυίδ · Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
11
Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα εἰς τὸ ἱερόν · καὶ περιβλεψάμενος πάντα ὀψὲ ἤδη οὔσης τῆς ὥρας ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.