Mark 15:4-14

4 ὁ δὲ Πιλᾶτος πάλιν ἐπηρώτα αὐτὸν λέγων · Οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου κατηγοροῦσιν.
5 ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλᾶτον.
6 Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον ὃν παρῃτοῦντο.
7 ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν στασιαστῶν δεδεμένος οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν.
8 καὶ ἀναβὰς ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἐποίει αὐτοῖς.
9 ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων · Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων;
10 ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς.
11 οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς.
12 ὁ δὲ Πιλᾶτος πάλιν ἀποκριθεὶς ἔλεγεν ⸃ αὐτοῖς · Τί οὖν θέλετε ποιήσω ὃν λέγετε ⸃ τὸν βασιλέα τῶν Ἰουδαίων;
13 οἱ δὲ πάλιν ἔκραξαν · Σταύρωσον αὐτόν.
14 ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς · Τί γὰρ ἐποίησεν κακόν; οἱ δὲ περισσῶς ἔκραξαν · Σταύρωσον αὐτόν.
Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.