2
καὶ συνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον.
3
καὶ ἔρχονται φέροντες πρὸς αὐτὸν παραλυτικὸν ⸃ αἰρόμενον ὑπὸ τεσσάρων.
4
καὶ μὴ δυνάμενοι προσενέγκαι αὐτῷ διὰ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον ὅπου ὁ παραλυτικὸς κατέκειτο.
5
καὶ ἰδὼν ⸃ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ · Τέκνον, ἀφίενταί σου ⸃ αἱ ἁμαρτίαι.
6
ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν ·
7
Τί οὗτος οὕτως λαλεῖ; βλασφημεῖ · τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ θεός;
8
καὶ εὐθὺς ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως διαλογίζονται ἐν ἑαυτοῖς λέγει αὐτοῖς · Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
9
τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ · Ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν · Ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου ⸃ καὶ περιπάτει;
10
ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας ⸃— λέγει τῷ παραλυτικῷ ·
11
Σοὶ λέγω, ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
12
καὶ ἠγέρθη καὶ εὐθὺς ⸃ ἄρας τὸν κράβαττον ἐξῆλθεν ἔμπροσθεν πάντων, ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν θεὸν λέγοντας ὅτι Οὕτως οὐδέποτε ⸃ εἴδομεν.