19
μετὰ δὲ πολὺν χρόνον ⸃ ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει λόγον μετ’ αὐτῶν ⸃
20
καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων · Κύριε, πέντε τάλαντά μοι παρέδωκας · ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα.
21
ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ · Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω · εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.
22
προσελθὼν δὲ καὶ ὁ τὰ δύο τάλαντα εἶπεν · Κύριε, δύο τάλαντά μοι παρέδωκας · ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα.
23
ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ · Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω · εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.
24
προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν · Κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας ·
25
καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ · ἴδε ἔχεις τὸ σόν.
26
ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ · Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα;
27
ἔδει σε οὖν ⸃ βαλεῖν τὰ ἀργύριά ⸃ μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ.
28
ἄρατε οὖν ἀπ’ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα ·
29
τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται · τοῦ δὲ ⸃ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ.