Matthew 6:29-34

29 λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.
30 εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι;
31 μὴ οὖν μεριμνήσητε λέγοντες · Τί φάγωμεν; ἤ · Τί πίωμεν; ἤ · Τί περιβαλώμεθα;
32 πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητοῦσιν · οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων.
33 ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.
34 μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον, ἡ γὰρ αὔριον μεριμνήσει αὑτῆς · ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς.

Images for Matthew 6:29-34

Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.