38 δίδοτε, καὶ δοθήσεται ὑμῖν · μέτρον καλὸν πεπιεσμένον σεσαλευμένον ὑπερεκχυννόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν · ᾧ γὰρ μέτρῳ ⸃ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν.