The Bible
The Bible
Topics
Bible Study
Pastors
References
Bible Stories
Join
PLUS
Login
Bible
Bible Versions
SBLGNT
Acts
Acts 20
Acts 20:30-38
Acts 20
Chapter
Book
Close
Loading
CURRENTLY READING
CURRENTLY READING
SBLGNT
Change Translation
Close
Loading...
Recent Translations
Audio Available
Study Bible
CURRENT TRANSLATION
All Translations
Audio Available
Study Bible
CURRENT TRANSLATION
Acts 20:30-38
Share
Close
Share
Tweet
Save
Settings
Close
Red Letter
Cross References
Strongs Numbers
Footnotes
Verse Numbers
30
καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω ἑαυτῶν ·
31
διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον.
32
καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς τῷ θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ οἰκοδομῆσαι καὶ δοῦναι τὴν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν.
33
ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα ·
34
αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ’ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται.
35
πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ κυρίου Ἰησοῦ ὅτι αὐτὸς εἶπεν Μακάριόν ἐστιν μᾶλλον διδόναι ἢ λαμβάνειν.
36
Καὶ ταῦτα εἰπὼν θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο.
37
ἱκανὸς δὲ κλαυθμὸς ἐγένετο ⸃ πάντων, καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεφίλουν αὐτόν,
38
ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει ὅτι οὐκέτι μέλλουσιν τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον.
Read Chapter
Compare
Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software.